Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 19.130 | Dem. 19.134 (English) | >>Dem. 19.136 |
19.132πῶς γὰρ οὐκ αἰσχρόν , ὦ ἄνδρες Ἀθηναῖοι , δημοσίᾳ μὲν ἅπαντας ὑμᾶς καὶ ὅλον τὸν δῆμον πᾶσι τοῖς πεπραγμένοις ἐκ τῆς εἰρήνης ἐπιτιμᾶν , καὶ μήτε τῶν ἐν Ἀμφικτύοσι κοινωνεῖν ἐθέλειν , δυσκόλως τʼ ἔχειν καὶ ὑπόπτως πρὸς τὸν Φίλιππον , ὡς ἀσεβῶν καὶ δεινῶν ὄντων τῶν πεπραγμένων καὶ οὔτε δικαίων οὔθʼ ὑμῖν συμφερόντων , εἰς δὲ τὸ δικαστήριον εἰσελθόντας τὰς ὑπὲρ τούτων εὐθύνας δικάσοντας , ὅρκον ὑπὲρ τῆς πόλεως ὀμωμοκότας , τὸν ἁπάντων τῶν κακῶν αἴτιον καὶ ὃν εἰλήφατʼ ἐπʼ αὐτοφώρῳ τοιαῦτα πεποιηκότα , τοῦτον ἀφεῖναι ;
19.133καὶ τίς οὐ δικαίως ἂν ὑμῖν ἐγκαλέσειε τῶν ἄλλων πολιτῶν , μᾶλλον δʼ ἁπάντων τῶν Ἑλλήνων , ὁρῶν Φιλίππῳ μὲν ὑμᾶς ὀργιζομένους , ὃς ἐκ πολέμου ποιούμενος εἰρήνην παρὰ τῶν πωλούντων τὰς πράξεις ἐωνεῖτο , πρᾶγμα πολλὴν συγγνώμην ἔχον διαπραττόμενος , τουτονὶ δʼ ἀφιέντας , ὃς τὰ ὑμέτερʼ οὕτως αἰσχρῶς ἀπέδοτο , τῶν νόμων τὰ ἔσχατα ταττόντων ἐπιτίμια , ἐάν τις ταῦτα ποιῇ ;
τάχα τοίνυν ἴσως καὶ τοιοῦτος ἥξει τις λόγος παρὰ τούτων , ὡς ἀρχὴ γενήσεται πρὸς Φίλιππον ἔχθρας , εἰ τῶν πρεσβευσάντων τὴν εἰρήνην καταψηφιεῖσθε . ἐγὼ δʼ , εἰ τοῦτʼ ἔστιν ἀληθές , οὐκ ἔχω σκοπούμενος εὑρεῖν ὅ τι μεῖζον τούτου κατηγορήσω . εἰ γὰρ ὁ τῆς εἰρήνης χρήματʼ ἀναλώσας ὥστε τυχεῖν , οὗτος οὕτω γέγονεν φοβερὸς καὶ μέγας ὥστε τῶν ὅρκων καὶ τῶν δικαίων ἀμελήσαντας ὑμᾶς ἤδη τί Φιλίππῳ χαριεῖσθε σκοπεῖν , τί παθόντες ἂν οἱ τούτων αἴτιοι τὴν προσήκουσαν δίκην δεδωκότες εἶεν ;
19.134
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 19.130 | Dem. 19.134 (English) | >>Dem. 19.136 |